Είσοδος Επικοινωνία Περιεχόμενα Links Χαιρετισμός

ΙΔΡΥΤΙΚΟΣ ΤΟΜΟΣ

Πατριαρχικὸς καὶ Συνοδικὸς Τόμος
Ἱδρυτικὸς τῆς Ἱερᾶς Μητροπόλεως Πριγκηποννήσων
 

Γρηγόριος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης, καὶ Οἰκουμενικὸς Πατριάρχης 

θος καὶ τοῦτο κανονικὸν τῇ Ἐκκλησίᾳ καθέστηκε τὴν τῶν ἐπαρχιῶν σύστασιν πρὸς τὰς ἀνάγκας τῶν καιρῶν καὶ τὴν κοινὴν τοῦ ὅλου τῆς Ἐκκλησίας συγκροτήματος ὠφέλειαν συμβιβάζειν καὶ διευθετεῖν.

πειδὴ τοίνυν καὶ ἐν τοῖς τοῦ καθ᾽ ἡμᾶς Ἁγιοτάτου Ἀποστολικοῦ καὶ Πατριαρχικοῦ Οἰκουμενικοῦ Θρόνου πράγμασιν ἀνάγκη παρέστη πρός τε τὴν προσήκουσαν παράστασιν αὐτῶν καὶ τὴν καθόλου διευκόλυνσιν τῆς κανονικῆς λειτουργίας τὸν θρόνου συστῆσαι νέας ἀρχιερατικὰς ἕδρας ἐν τῇ περιοχῇ τῆς Πατριαρχικῆς περιφερείας, ἡ Μετριότης ἡμῶν μετὰ τῶν περὶ ἡμᾶς ἱερωτάτων Μητροπολιτῶν καὶ ὑπερτίμων, τῶν ἐν Ἀγίῳ Πνεύματι ἀγαπητῶν ἡμῶν ἀδελφῶν καὶ συλλειτουργῶν, λαβόντες ὑπ᾽ ὄψιν ὅτι τὸ κατὰ τὰς Πριγκηποννήσους τμῆμα τῆς Ἁγιωτάτης Μητροπόλεως Χαλκηδόνος, τὸ συγκείμενον ἐκ τῶν νήσων Πριγκήπου, Χάλκης, Ἀντιγόνης καὶ Πρώτης, πρόσφορον κεχωρισμένην ἀπετέλει περιοχὴν εἰς συγκρότησιν ἐξ αὐτοῦ ἰδίας αὐτοτελοῦς ἐπαρχίας τοῦ καθ᾽ ἡμᾶς Πατριαρχικοῦ Θρόνου ἄνευ τινὸς οὐσιώδους μειώσεως τῆς τιμῆς καὶ τῶν δικαιωμάτων τῆς παλαιφάτου Ἁγιωτάτης Μητροπόλεως Χαλκηδόνος καὶ τοῦ ἐν αὐτῇ ποιμαίνοντος κανονικοῦ Ἀρχιερέως, ἔγνωμεν διασκεψάμενοι συνοδικῶς, ἀποσπᾶσαι τὸ τμῆμα τοῦτο ἀπὸ τῆς Ἁγιωτάτης Μητροπόλεως Χαλκηδόνος καὶ ἀνακηρύξαι αὐτὸ εἰς ἰδίαν αὐτοτελῆ Ἐπαρχίαν καὶ Μητρόπολιν τοῦ Πατριαρχικοῦ Οἰκουμενικοῦ Θρόνου, ὑπὸ τὴν ἐπωνυμίαν Πριγκηποννήσων, τὴν ἀναφορὰν καὶ τὴν ἐξάρτησιν αὐτῆς ἔχουσαν ἀπ᾽ εὐθείας ὑπὸ τοῦ Ἁγιωτάτου Πατριαρχικοῦ Οἰκουμενικοῦ Θρόνου, ὥσπερ καὶ αἱ λοιπαὶ τοῦ Θρόνου Ἐπαρχίαι καὶ Μητροπόλεις, καταλαμβάνουσαν δ᾽ ἐν τῷ Ἱερῷ Συνταγματίῳ τὴν δεκάτην τετάρτην θέσιν ἐν τῇ τάξει τῶν σήμερον τοῦ Θρόνου Ἐπαρχιῶν.

φ᾽ ᾧ καὶ ἀποφαινόμεθα συνοδικῶς ὅπως αἱ ἐξονομασθεῖσαι νῆσοι Πρίγκηπος, Χάλκη, Ἀντιγόνη καὶ Πρώτη ἀποτελῶσιν ἐφεξῆς ἰδίαν Ἐπαρχίαν καὶ Μητρόπολιν, ἐπωνυμουμένην Ἱερὰ Μητρόπολις Πριγκηποννήσων, ὁ δὲ ἐν αὐτῇ ποιμαίνων ἀρχιερεύς, μνημονεύων τοῦ Πατριαρχικοῦ ὀνόματος, ὡς τέτακται, καὶ τὴν τακτικὴν αὐτοῦ ἕδραν ἔχων ἐν τῇ μείζονι τῶν νήσων τούτων, τῇ Πριγκήπῳ, τιτλοφορεῖται ἱερότατος Μητροπολίτης Πριγκηποννήσων, ὑπέρτιμος καὶ ἔξαρχος Προποντίδος.

Παραγγέλλομεν δὲ πατρικῶς τῷ τὲ κλήρῳ καὶ τῷ λαῷ τῆς οὕτω ἐπ᾽ αἰσίοις συνιστωμένης νέας θεοσώστου Ἐπαρχίας, ὡς τέκνοις ἡμῶν ἐν Κυρίῳ ἀγαπητοῖς, ὅπως, ὑποτασσόμενοι ἐκκλησιαστικῶς ἐφεξῆς εἰς τὸν κανονικὸν ἀρχιερέα καὶ ποιμένα αὐτῶν, πείθωνται καὶ ὑπείκωσιν αὐτῷ, κατὰ τὴν τοῦ Ἀποστόλου Παύλου ἐντολήν, φιλοτιμῶνται δὲ ἅμα συντρέχειν καὶ συναντιλαμβάνεσθαι εἰς τὴν οὐσίαν τῶν πραγμάτων τῆς ἑαυτῶν ἐπαρχίας καὶ διευθέτησιν καὶ διεξαγωγήν, ἵνα οὕτως εὐτάκτως καὶ ἀσφαλῶς τῶν πάντων ἐν αὐτῇ διεξαγόμενων, πολλὴ μὲν προσγίγνηται αὐτοῖς ἡ πνευματικὴ ὠφέλεια, πολλὴ δὲ καὶ τῇ Μητρὶ Ἐκκλησίᾳ ἡ ἀπ᾽ αὐτῶν παραμυθία καὶ τὸ στήριγμα.

Ταῦτα οὕτω δόξαντα καὶ κριθέντα ἐκυρώθησαν συνοδικῶς. Εἰς δὲ μόνιμον αὐτῶν παραφυλακὴν ἐγένετο καὶ ὁ παρὼν Πατριαρχικὸς καὶ Συνοδικὸς Τόμος, καταστρωθεὶς μὲν καὶ ὑπογραφεὶς καὶ ἐν τῷ Ἱερῷ Κώδικι τῆς καθ᾽ ἡμᾶς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, ἐκδοθεὶς δὲ καὶ ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ καὶ διαβιβασθεὶς ἵνα κατατεθῇ ἐν τοῖς ἀρχεῖοις τῆς ἀρτισυστάτου θεοσώστου Μητροπόλεως Πριγκηποννήσων.

ν τοῖς Πατριαρχείοις, κατὰ μήνα Ἰανουάριον , 1924,
Ἰνδικτιῶνος Ζ´

Ὁ Πατριάρχης Κωνσταντινουπόλεως Γρηγόριος ἀποφαίνεται

Ὁ Κυζίκου Καλλίνικος
Ὁ Νικαίας Βασίλειος
Ὁ Δέρκων Καλλίνικος
Ὁ Προύσης Κωνσταντῖνος
Ὁ Νεοκαισαρείας Ἀγαθάγγελος
Ὁ Αἴνου Ἰωακεὶμ
Ὁ Σηλυβρίας Εὐγένιος
Ὁ Ῥοδοπόλεως Κύριλλος
Ὁ Ἀνέων Θωμᾶς